Έκθεσις Πίστεως | Του Αγίου Αθανασίου (373 μ.Χ)

Τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας

Πιστεύομεν εἰς ἕνα ἀγέννητον θεόν, Πατέρα παντοκράτορα, πάντων ποιητὴν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ἔχοντα ἀφ’ ἑαυτοῦ τὸ εἶναι· καὶ εἰς ἕνα μονογενῆ Λόγον, Σοφίαν, Υἱόν, ἐκ τοῦ Πατρὸς ἀνάρχως καὶ ἀϊδίως γεγεννημένον, Λόγον δὲ οὐ προφορικόν, οὐκ ἐνδιάθετον, οὐκ ἀπόῤῥοιαν τοῦ τελείου, οὐ τμῆσιν τῆς ἀπαθοῦς φύσεως οὔτε προβολήν, ἀλλ’ Υἱὸν αὐτοτελῆ, ζῶντά τε καὶ ἐνεργοῦντα, τὴν ἀληθινὴν εἰκόνα τοῦ Πατρὸς, ἰσότιμον καὶ ἰσόδοξον· τοῦτο γάρ ἐστι, φησί, τὸ θέλημα τοῦ Πατρός, Ἵνα καθὼς τιμῶσι τὸν Πατέρα, οὕτω τιμῶσι καὶ τὸν Υἱόν.

20190728_170453_0000.png

Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὥς φησιν Ἰωάννης ἐν Καθολικαῖς τό· Ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος· παντοκράτορα ἐκ παντοκράτορος· πάντων γάρ, ὧν ἄρχει ὁ Πατὴρ καὶ κρατεῖ, ἄρχει καὶ κρατεῖ καὶ ὁ Υἱός· ὅλος ἐξ ὅλου, ὅμοιος τῷ Πατρὶ ὢν, ὥς φησιν ὁ Κύριος· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.

Cover TON KAIRO TOY BOULGAROKTONOU

Ἐγεννήθη δὲ ἀνεκφράστως καὶ ἀπερινοήτως· Τὴν γὰρ γενεὰν αὐτοῦ· τίς διηγήσεται; ἀντὶ τοῦ, οὐδείς· ὃς ἐπὶ συντελείᾳ τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ Πατρὸς, ἐκ τῆς ἀχράντου Παρθένου Μαρίας τὸν ἡμέτερον ἀνείληφεν ἄνθρωπον, Χριστὸν Ἰησοῦν, ὃν ὑπὲρ ἡμῶν παθεῖν παρέδωκεν ἰδίᾳ προαιρέσει, ὥς φησιν ὁ Κύριος·

Cover sta mystika tou valtou

Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ἐν ᾧ ἀνθρώπῳ σταυρωθεὶς καὶ ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀνέστη ἐκ νεκρῶν, καὶ ἀνελήφθη εἰς οὐρανούς. Ἀρχὴ ὁδῶν κτισθεὶς ἡμῖν, ἐν τῇ γῇ ὢν, ἡμῖν ἔδειξεν ἐκ σκότους φῶς, σωτηρίαν ἐκ πλάνης, ζωὴν ἐκ νεκρῶν, εἴσοδον ἐν τῷ παραδείσῳ, ἐξ οὗ ἐκβέβληται Ἀδάμ, εἰς ὃν πάλιν εἰσῆλθε διὰ τοῦ ληστοῦ, ὡς εἶπεν ὁ Κύριος· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· εἰς ὃν καὶ ὁ Παῦλος εἰσῄει· ἄνοδόν τε εἰς οὐρανούς, ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶν ὁ Κυριακὸς ἄνθρωπος, ἐν ᾧ μέλλει κρίνειν ζῶντας καὶ νεκρούς.

ION DRAGOUMIS KEIMENA

Πιστεύομεν ὁμοίως καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ, ἀναθεματίζοντες τὰ παρὰ τοῦτο φρονοῦντα δόγματα. Οὔτε γὰρ υἱοπάτορα φρονοῦμεν, ὡς οἱ Σαβέλλιοι λέγοντες μονοούσιον καὶ οὐχ ὁμοούσιον, καὶ ἐν τούτῳ ἀναιροῦντες τὸ εἶναι Υἱόν· οὔτε τὸ παθητὸν σῶμα, ὃ ἐφόρεσε διὰ τὴν τοῦ παντὸς κόσμου σωτηρίαν, ἀνατίθεμεν τῷ Πατρί· οὔτε τρεῖς ὑποστάσεις μεμερισμένας καθ’ ἑαυτάς, ὥσπερ σωματοφυῶς ἐπ’ ἀνθρώπων, ἐστὶ λογίσασθαι, ἵνα μὴ πολυθείαν, ὡς τὰ ἔθνη, φρονήσωμεν· ἀλλ’ ὥσπερ ἐκ πηγῆς ποταμὸς γεγενημένος οὐ διῃρέτη, καίτοι δύο σχήματα καὶ δύο ὀνόματα τυγχάνοντα.

Cover King Konstantine I Greece Edouard Driault

Οὔτε γὰρ ὁ Πατὴρ Υἱός ἐστιν, οὔτε ὁ Υἱὸς Πατήρ ἐστιν· ὁ γὰρ Πατὴρ, Υἱοῦ Πατήρ ἐστι· καὶ ὁ Υἱὸς, Πατρὸς Υἱός ἐστιν. Ὡς γὰρ οὐκ ἔστιν ἡ πηγὴ ποταμὸς, οὐδὲ ὁ ποταμὸς πηγή, ἀμφότερα δὲ ἓν καὶ ταὐτόν ἐστιν ὕδωρ τὸ ἐκ τῆς πηγῆς εἰς τὸν ποταμὸν μετοχετευόμενον· οὕτως ἡ ἐκ τοῦ Πατρὸς εἰς τὸν Υἱὸν θεότης ἀῤῥεύστως καὶ ἀδιαιρέτως τυγχάνει.

Cover VASILEFS KONSTANTINOS

Φησὶ γὰρ ὁ Κύριος· Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. Παρὰ δὲ τῷ Πατρί ἐστιν ἀεὶ ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός· οὐδέποτε δὲ ἐκενώθη ὁ κόλπος τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ θεότητος, φησὶ γάρ· Ἐγὼ ἤμην παρ’ αὐτῷ ἁρμόζουσα. Οὐ φρονοῦμεν δὲ κτίσμα ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων τὸν τοῦ παντὸς κτίστην Θεόν τὸν τοῦ Θεοῦ Υἱόν, τὸν ἐκ τοῦ ὄντος ὄντα, τὸν ἐκ τοῦ μόνου μόνον, ὡς συναπεγεννήθη ἐκ τοῦ Πατρὸς ἀϊδίως ἡ ὁμοία δόξα καὶ δύναμις· ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν καὶ τὸν Πατέρα ἑώρακε. Τὰ πάντα δηλονότι διὰ τοῦ Υἱοῦ ἐκτίσθησαν· ἀλλ’ οὐκ ἔστιν αὐτὸς κτίσμα, ὥς φησιν ὁ Παῦλος περὶ τοῦ Κυρίου· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα καὶ αὐτός ἐστι πρὸ πάντων. Οὐ λέγει δὲ ὅτι πρὸ πάντων ἐκτίσθη, ἀλλ’ ὅτι πρὸ πάντων ἐστί· τὸ γοῦν ἐκτίσθαι ἐπὶ πάντων κεῖται· τὸ δὲ, ἔστι πρὸ πάντων μόνῳ τῷ Υἱῷ ἁρμόττει.

Cover KONSTANTINOS ZAVITSIANOS ANAMNHSEIS 1

Γέννημα τοίνυν κατὰ φύσιν ἐκ τελείου τέλειόν ἐστι, πρὸ πάντων βουνῶν γεννηθέν, τουτέστι πρὸ πάσης λογικῆς καὶ νοερᾶς οὐσίας, ὡς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν αὐτὸν ὁ Παῦλος πρωτότοκον πάσης κτίσεως. Ἀλλὰ πρωτότοκον εἰπὼν, δηλοῖ μὴ εἶναι αὐτὸν κτίσμα, ἀλλὰ γέννημα τοῦ Πατρός· ξένον γὰρ ἐπὶ τῆς θεότητος αὐτοῦ τὸ λέγεσθαι κτίσμα. Τὰ γὰρ πάντα ἐκτίσθησαν ὑπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ· ὁ δὲ Υἱὸς μόνος ἐκ τοῦ Πατρὸς ἀϊδίως ἐγεννήθη· διὸ πρωτότοκός ἐστι πάσης κτίσεως ὁ Θεὸς Λόγος, ἄτρεπτος ἐξ ἀτρέπτου. Ἔστι τοίνυν τὸ ὃ δι’ ἡμᾶς ἐφόρεσε σῶμα κτίσμα περὶ οὗ λέγει ὁ Ἰερεμίας κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνευτῶν ἔκδοσιν· Κύριος ἡμῖν ἔκτισεν εἰς καταφύτευμα σωτηρίαν καινήν, ἐν ᾗ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.

Cover MIKRASIATIKI KATASTROFI DIKI TON EXI AREIOS PAGOS

Κατὰ δὲ τὸν Ἀκύλαν, περὶ τοῦ αὐτοῦ ῥητοῦ κεῖται· Ἔκτισε Κύριος καινὸν ἐν τῇ θηλείᾳ. Ἡ δὲ κτισθεῖσα ἡμῖν εἰς καταφύτευμα σωτηρία καινὴ καὶ οὐ παλαιά, ἡμῖν τε καὶ οὐ πρὸ ἡμῶν, Ἰησοῦς ἐστιν, ὁ κατὰ τὸν Σωτῆρα γενόμενος ἄνθρωπος, ὃς ἑρμηνεύεται πῇ μὲν σωτηρία, πῇ δὲ Σωτήρ. Ἔστι δὲ ἐκ τοῦ Σωτῆρος ἡ σωτηρία, ὃν τρόπον ἐκ τοῦ φωτὸς ὁ φωτισμός. Ἡ οὖν ἐκ τοῦ Σωτῆρος σωτηρία κτισθεῖσα καινὴ, καθὼς λέγει Ἰερεμίας, ἔκτισεν ἡμῖν σωτηρίαν, καὶ ὡς Ἀκύλας φησὶν, Ἔκτισε Κύριος καινὸν ἐν τῇ θηλείᾳ, τουτέστιν ἐν τῇ Μαρίᾳ. Οὐδὲν γὰρ ἐκτίσθη καινὸν ἐν τῇ θηλείᾳ, εἰ μὴ τὸ ἐκ τῆς παρθένου Μαρίας τεχθὲν ἄνευ συνουσίας Κυριακὸν σῶμα, ὡς καὶ ἐν Παροιμίαις ἐκ προσώπου τοῦ Ἰησοῦ λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐ λέγει δὲ, πρὸ ἔργων ἔκτισέ με, ἵνα μή τις εἰς τὴν θεότητα τοῦ Λόγου ἐκλάβοι τὸ ῥητόν.

Cover FESSOPOULOS MIKRA ASIA

Ἑκάτερα τοίνυν τὰ περὶ τὸ κτίσμα ῥητὰ σωματικῶς εἰς τὸν Ἰησοῦν γέγραπται· ἀρχὴ γὰρ ὁδῶν ἐκτίσθη ὁ Κυριακὸς ἄνθρωπος, ὅν εἰς σωτηρίαν ἡμῖν ἐφανέρωσε. Διὰ τούτου γὰρ πρὸς τὸν Πατέρα ἔχομεν προσαγωγήν· αὐτὸς γάρ ἐστιν ἡ ὁδός, ἡ πρὸς τὸν Πατέρα ἀνάγουσα ὑμᾶς. Ὁδὸς δὲ σωματικόν τί ἐστι θέαμα, ἥτις ἐστὶν ὁ Κυριακὸς ἄνθρωπος. Τὰ πάντα γοῦν ἔκτισεν ὁ τοῦ Θεοῦ λόγος οὐκ ὢν κτίσμα, ἀλλὰ γέννημα. Οὐδὲν γὰρ τῶν κτισμάτων ἔκτισέ τι ἴσον ἢ ὅμοιον ἑαυτῷ· Πατρὶ δὲ ἔοικε τὸ γεννᾷν, τεχνίτῃ δὲ τὸ κτίζειν.

 

Cover H ELLAS EN MIKRA ASIAΠοίημα γοῦν ἐστι καὶ κτίσμα τὸ ὃ δι’ ἡμᾶς ἐφόρεσε σῶμα ὁ Κύριος, Ὃ ἐγεννήθη ἡμῖν, ὥς φησιν ὁ Παῦλος, ἀπὸ Θεοῦ σοφία καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ ἀπολύτρωσις· καίπερ πρὸ ἡμῶν καὶ πάσης κτίσεως σοφία τοῦ Πατρὸς ἦν ὁ Λόγος καὶ ἔστι. Τὸ δὲ ἅγιον Πνεῦμα, ἐκπόρευμα ὂν τοῦ Πατρὸς, ἀεί ἐστιν ἐν ταῖς χερσὶ τοῦ πέμποντος Πατρὸς καὶ τοῦ φέροντος Υἱοῦ, δι’ οὗ ἐπλήρωσε τὰ πάντα. Ὁ Πατὴρ συνέχων ἐξ ἑαυτοῦ τὸ εἶναι, ἐγέννησε τὸν Υἱὸν, ὡς ἔφαμεν, καὶ οὐκ ἔκτισεν, ὡς ποταμὸν ἀπὸ πηγῆς, καὶ ὡς βλαστὸν ἀπὸ ῥίζης, καὶ ὡς ἀπαύγασμα ἀπὸ φωτός, ἃ οἶδεν ἡ φύσις ἀδιαίρετα· δι’ οὗ τῷ Πατρὶ δόξα, κράτος, μεγαλοσύνη πρὸ πάντων τῶν αἰώνων, καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Advertisements

Το σχόλιό σας

Αυτός ο ιστότοπος χρησιμοποιεί το Akismet για να μειώσει τα ανεπιθύμητα σχόλια. Μάθετε πώς υφίστανται επεξεργασία τα δεδομένα των σχολίων σας.